Abradato

κελεύσασα τοὺς παρόντας πάντας ἔλεξεν· Ἀλλ' ὅτι μέν, ὦ Ἀβραδάτα, εἴ τις καὶ ἄλλη πώποτε γυνὴ τὸν ἑαυτῆς ἄνδρα μεῖζον τῆς αὑτῆς ψυχῆς ἐτίμησεν, οἶμαί σε γιγνώ- σκειν ὅτι καὶ ἐγὼ μία τούτων εἰμί.

τί οὖν ἐμὲ δεῖ καθ' ἓν ἕκαστον λέγειν; τὰ γὰρ ἔργα οἶμαί σοι πιθανώτερα παρε- σχῆσθαι τῶν νῦν λεχθέντων λόγων.

ὅμως δὲ οὕτως ἔχουσα πρὸς σὲ ὥσπερ σὺ οἶσθα, ἐπομνύω σοι τὴν ἐμὴν καὶ σὴν φιλίαν ἦ μὴν ἐγὼ βούλεσθαι ἂν μετὰ σοῦ ἀνδρὸς ἀγαθοῦ γενομένου κοινῇ γῆν ἐπιέσασθαι μᾶλλον ἢ ζῆν μετ' αἰσχυνο- μένου αἰσχυνομένη· οὕτως ἐγὼ καὶ σὲ τῶν καλλίστων καὶ ἐμαυτὴν ἠξίωκα.

καὶ Κύρῳ δὲ μεγάλην τινὰ δοκῶ ἡμᾶς χάριν ὀφείλειν, ὅτι με αἰχμάλωτον γενομένην καὶ ἐξαι- ρεθεῖσαν αὑτῷ οὔτε ὡς δούλην ἠξίωσε κεκτῆσθαι οὔτε ὡς ἐλευθέραν ἐν ἀτίμῳ ὀνόματι, διεφύλαξε δὲ σοὶ ὥσπερ ἀδελφοῦ γυναῖκα λαβών.

πρὸς δὲ καὶ ὅτε Ἀράσπας ἀπέστη πτῳ τῆς παιδείας Κύρου, τοῦ πρώτως βασιλεύσαν- τος Περσῶν, ὅτι ἡ Πανθία, τεθνῶτος τοῦ ἀνδρὸς Ἀ- βραδάτου, βασιλέως Σούσων, ὑπὸ τῶν Αἰγυπτίων, καὶ ἀποκοπείσης αὐτοῦ τῆς χειρὸς, λαβοῦσα ταύτην κατεφί- λει· ἦν γὰρ, ὡς ἀπεκόπη, ἁρμοσθεῖσα τῷ ἰδίῳ σώματι· τὴν χεῖρα αὐτοῦ, καὶ ἡ γυνὴ ἐκράτει τῆς χειρὸς αὐτοῦ

Suicidio de Pantea ante el cadáver de su esposo Abradato. Obra de Pedro Pablo Rubens